Κατά Αριστοκράτους (23) 111
ἐγὼ δ᾽ οὐκ ἀπορῶ μὲν εἰπεῖν πόλλ᾽ ἅ μοι δοκεῖ μᾶλλον ἄν τις ἰδὼν ἀπιστεῖν εἰκότως ἢ τούτοις πιστεύων ἐκεῖνον ἐᾶν μέγαν γίγνεσθαι· οὐ μὴν ἀλλ᾽ ὃ μάλιστα πρόχειρον ἔχω, τοῦτ᾽ ἐρῶ. ἴστε δήπου Φίλιππον, ἄνδρες Ἀθηναῖοι, τουτονὶ τὸν Μακεδόνα, ᾧ πολὺ δήπου μᾶλλον ἐλυσιτέλει τὰς ἐξ ἁπάσης Μακεδονίας προσόδους ἀδεῶς λαμβάνειν ἢ μετὰ κινδύνων τὰς ἐξ Ἀμφιπόλεως, καὶ χρῆσθαι φίλοις αἱρετώτερον ἦν αὐτῷ τοῖς πατρικοῖς ὑμῖν ἢ Θετταλοῖς, οἳ τὸν πατέρ᾽ αὐτοῦ ποτ᾽ ἐξέβαλον
α. Μακεδονία ως γεωπολιτικός όρος (κράτος Φιλίππου) σε σχέση και με τις αποικίες (Αμφίπολη), β. Στοιχεία για τις οικονομικές σχέσεις Αθήνας-Μακεδονίας κατά την προ Φιλίππου εποχή: Η Μακεδονία απέδιδε στην Αθήνα φόρους