Περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν (17) 10
Επ᾽ ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας. ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρ᾽ ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν. σκέψασθε δ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων δ᾽ ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον ὁ Μακεδὼν ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δ᾽ ἐκείνων τοῖς οἰκέταις δέδωκε, 11 Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκατέστησεν.
Αναφορά στον Μ. Αλέξανδρο μόνο μετωνυμικά με το εθνικό Μακεδών