Πλούταρχος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Αιμίλιος 32.5

Χωρίο / Κείμενο: 

τῇ δ᾽ ὑστεραίᾳ τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν Μακεδονικῶν ὅπλων ἐπέμπετο πολλαῖς ἁμάξαις, αὐτά τε μαρμαίροντα χαλκῷ νεοσμήκτῳ καὶ σιδήρῳ, τήν τε θέσιν ἐκ τέχνης καὶ συναρμογῆς, ὡς ἂν μάλιστα συμπεφορημένοις χύδην καὶ αὐτομάτως ἐοίκοι, πεποιημένα, κράνη πρὸς ἀσπίσι, καὶ θώρακες ἐπὶ κνημῖσι, καὶ Κρητικαὶ πέλται καὶ Θρᾴκια γέρρα καὶ φαρέτραι μεθ᾽ ἱππικῶν ἀναμεμειγμέναι χαλινῶν, καὶ ξίφη γυμνὰ διὰ τούτων παρανίσχοντα καὶ σάρισαι παραπεπηγυῖαι, σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων, ὥστε τὴν πρὸς ἄλληλα κροῦσιν ἐν τῷ διαφέρεσθαι τραχὺ καὶ φοβερὸν ὑπηχεῖν, καὶ μηδὲ νενικημένων ἄφοβον εἶναι τὴν ὄψιν.

Γραμματειακό είδος:

Χρονολόγηση: 
1ος αι. μ.Χ.
Σχόλια: 

Περιγραφή των όπλων των Μακεδόνων.