Στρωματείς 1.21.128-129
ὁμοίως οὖν καὶ τῶν Μακεδονικῶν βασιλέων οἱ χρόνοι οὕτω κατάγονται. Ἀλέξανδρος ἔτη δεκαοκτώ, Πτολεμαῖος ὁ Λάγου ἔτη τεσσαράκοντα, Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη εἴκοσι ἑπτά, εἶτα ὁ Εὐεργέτης ἔτη πέντε καὶ εἴκοσι, εἶτα ὁ Φιλοπάτωρ ἔτη ἑπτακαίδεκα, μεθ᾽ ὃν ὁ Ἐπιφανὴς ἔτη τέσσαρα καὶ εἴκοσι· τοῦτον διαδέχεται ὁ Φιλομήτωρ καὶ βασιλεύει ἔτη πέντε καὶ τριάκοντα, μεθ᾽ ὃν ὁ Φύσκων ἔτη ἐννέα καὶ εἴκοσι, εἶτα ὁ Λάθουρος ἔτη ἓξ καὶ τριάκοντα, εἶτα ὁ ἐπικληθεὶς Διόνυσος ἔτη ἐννέα καὶ εἴκοσι. ἐπὶ πᾶσιν ἡ Κλεοπάτρα ἐβασίλευσεν ἔτη δύο καὶ εἴκοσι, μεθ᾽ ἣν ἡ τῶν Κλεοπάτρας παίδων βασιλεία ἡμερῶν ὀκτωκαίδεκα. γίνονται τοίνυν ἐπὶ τὸ αὐτὸ καὶ οἱ τῶν Μακεδόνων βασιλέων χρόνοι ἔτη τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα.
Αναλυτική αναφορά στους μακεδόνες βασιλείς και στα έτη της βασιλείας του καθενός.