Περί της παραπρεσβείας (19) 286
ἀλλ᾽ ὅτι βουλεύων ἔγραψεν, ἄν τις ὡς Φίλιππον ὅπλ᾽ ἄγων ἁλῷ ἢ σκεύη τριηρικά, θάνατον εἶναι τὴν ζημίαν· σημεῖον δέ· πόσον γὰρ ἐδημηγόρει χρόνον Τίμαρχος; πολύν. οὐκοῦν τοῦτον ἦν Αἰσχίνης ἅπαντ᾽ ἐν τῇ πόλει, καὶ οὐδεπώποτ᾽ ἠγανάκτησεν οὐδὲ δεινὸν ἡγήσατ᾽ εἶναι τὸ πρᾶγμα, εἰ ὁ τοιοῦτος λέγει, ἕως εἰς Μακεδονίαν ἐλθὼν ἑαυτὸν ἐμίσθωσεν· λέγε δή μοι τὸ ψήφισμα λαβὼν αὐτὸ τὸ τοῦ Τιμάρχου.
Η Μακεδονία ως γεωγραφικός όρος, σχετικά με μετακινήσεις από και πρός αυτήν (ή διαμονή).