Φιλιππικός Δ΄ (10) 12
καὶ τοῦτ᾽ ἐξ ἀνάγκης τρόπον τινὰ νῦν γε δὴ ποιεῖ. λογίζεσθε γάρ. ἄρχειν βούλεται, τούτου δ᾽ ἀνταγωνιστὰς μόνους ὑπείληφεν ὑμᾶς. ἀδικεῖ πολὺν χρόνον ἤδη, καὶ τοῦτ᾽ αὐτὸς ἄριστα σύνοιδεν αὑτῷ· οἷς γὰρ οὖσιν ὑμετέροις ἔχει [χρῆσθαι], τούτοις ἅπαντα τἄλλα βεβαίως κέκτηται· εἰ γὰρ Ἀμφίπολιν καὶ Ποτείδαιαν προεῖτο, οὐδ᾽ ἂν ἐν Μακεδονίᾳ μένειν ἀσφαλῶς ἐδύνατο.
Η Μακεδονία ως γεωπολιτικός όρος (κράτος Φιλίππου) σε σχέση με τις αποικίες Αμφίπολη και Ποτείδαια