Δειπνοσοφισταί 1.31 Kaibel
Ἡγήσανδρος δέ φησιν οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν· ἕως δὲ τότε καθήμενοι ἐδείπνουν. Κάσανδρος οὖν πέντε καὶ τριάκοντα ὢν ἐτῶν ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸν ἆθλον ἐκτελέσαι καίπερ ἀνδρεῖος γεγονὼς καὶ κυνηγὸς ἀγαθός.
Σύμφωνα με τον ιστορικό Ηγήσανδρο, οι Μακεδόνες συνήθιζαν να δειπνούν καθισμένοι και όχι ξαπλωμένοι. Το παράδειγμα του Κάσσανδρου.