Περί τα ζώα ιστορίαι 596a
Ὁ δ᾽ ἐλέφας ἐσθίει πλεῖστον μὲν <κριθῶν> μεδίμνους Μακεδονικοὺς ἐννέα ἐπὶ μιᾶς ἐδωδῆς· ἐπικίνδυνον δὲ τὸ τοσοῦτον πλῆθος· τὸ δ᾽ ἐπίπαν ἓξ μεδίμνους ἢ ἑπτά, ἀλφίτων δὲ πέντε μεδίμνους καὶ οἴνου πέντε μάρεις (ἔστι δ᾽ ὁ μάρις ἓξ κοτύλαι). ῎Ηδη δέ τις ἔπιεν ἐλέφας μετρητὰς ὕδατος Μακεδονικοὺς εἰσάπαξ δέκα καὶ τέτταρας, καὶ πάλιν τῆς δείλης ἄλλους ὀκτώ.
Μονάδες μέτρησης της Μακεδονίας για στερεά και υγρά.