Ιστορίαι 4.79
Θεσσαλοὺς πόλισμα κεῖται. τούτῳ τῷ τρόπῳ Βρασίδας Θεσσαλίαν φθάσας διέδραμε πρίν τινα κωλύειν παρασκευάσασθαι, καὶ ἀφίκετο ὡς Περδίκκαν καὶ ἐς τὴν Χαλκιδικήν. ἐκ γὰρ τῆς Πελοποννήσου, ὡς τὰ τῶν Ἀθηναίων ηὐτύχει, δείσαντες οἵ τε ἐπὶ Θρᾴκης ἀφεστῶτες Ἀθηναίων καὶ Περδίκκας ἐξήγαγον τὸν στρατόν, οἱ μὲν Χαλκιδῆς νομίζοντες ἐπὶ σφᾶς πρῶτον ὁρμήσειν τοὺς Ἀθηναίους (καὶ ἅμα αἱ πλησιόχωροι πόλεις αὐτῶν αἱ οὐκ ἀφεστηκυῖαι ξυνεπῆγον κρύφα), Περδίκκας δὲ πολέμιος μὲν οὐκ ὢν ἐκ τοῦ φανεροῦ, φοβούμενος δὲ καὶ αὐτὸς τὰ παλαιὰ διάφορα τῶν Ἀθηναίων καὶ μάλιστα βουλόμενος Ἀρραβαῖον τὸν Λυγκηστῶν βασιλέα παραστήσασθαι. Ξυνέβη δὲ αὐτοῖς, ὥστε ῥᾷον ἐκ τῆς Πελοποννήσου στρατὸν ἐξαγαγεῖν, ἡ τῶν Λακεδαιμονίων ἐν τῷ παρόντι κακοπραγία.
α. Αναφορά στους βασιλείς της Άνω Μακεδονίας, “Αρραβαίος, βασιλεύς των Λυγκηστών”, σε αντίθεση με τους “κατεξοχήν” Μακεδόνες βασιλείς της Κάτω Μακεδονίας (πρωτεύουσα, Αιγές), οι οποίοι δεν αναφέρονται με ιδιαίτερο τοπικό προσωνύμιο, αλλά μόνο ώς “βασιλείς Μακεδόνων” ή “βασιλείς Μακεδονίας”, β. χρήση του τίτλου 'βασιλεύς' από τους νότιους Έλληνες για τους ηγεμόνες της Μακεδονίας, γ. ονόματα των μακεδόνων βασιλέων της την αρχαϊκής εποχής