Στέφανος Βυζάντιος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Εθνικά  134.15-135.7, λ. Ἀσπίς

Χωρίο / Κείμενο: 

Ἀσπίς, πόλις Λιβύης, ὡς Φίλων. ἔστι καὶ ἀκρωτήριον Αἰθιοπίας τῆς κατ᾽ Αἴγυπτον, ὡς Μαρκιανὸς πρώτῃ περιόδων. ἔστι καὶ νῆσος πρὸς ταῖς Κυκλάσιν. ἔστι καὶ Μακεδονίας, κτίσμα Φιλίππου τοῦ πατρὸς Περσέως τὰς πόλεις ὀνομάσαντος ἀπὸ τῆς αὐτοῦ πανοπλίας Ἀσπίδα Περικεφαλαίαν. ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ. ἔστι καὶ νῆσος ἄλλη μεταξὺ Λεβέδου καὶ Τέω, σταδίων ὡς δυοῖν, πρὸς μέν τινων Ἀρκόνησος πρὸς δέ τινων Ἀσπίς ὀνομαζομένη. ἔστι καὶ νῆσος ἄλλη Ψύρων ἐγγύς. ἔστι καὶ ἄλλη, ὡς Κλέων ὁ Συρακόσιος ἐν τῷ περὶ τῶν λιμένων, ἄδενδρος οὖσα. ἔστι καὶ πέραν Πίσης, ὡς Πανύασις ἐν Ἡρακλείας ἑνδεκάτῃ. τὸ ἐθνικὸν δύναται Ἀσπιδίτης, τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυσσῶν. τὸ δ᾽ ἀσπιδιώτης παρὰ τῷ ποιητῇ κατὰ πλεονασμὸν τοῦ ω. ἔστι δὲ τοῦτο παρὰ τὸ ἀσπίδιον. Μένανδρος "ἀσπίδιον ἐπριάμην τι καὶ μαχαίριον". τὸ δὲ ἀσπιδίτης καὶ ἀσπιδοῦχος Σοφοκλῆς ἐν Ναυπλίῳ καταπλέοντι "ἀλλ᾽ ἀσπιδίτην ὄντα καὶ πεφραγμένον". [καί] "ὡς ἀσπιδοῦχος ἢ Σκύθης τοξεύμασι". δύναται καὶ Ἀσπίδιος καὶ Ἀσπιδεύς.

Γραμματειακό είδος:

Χρονολόγηση: 
6ος αι. μ.Χ.
Σχόλια: 

Η πόλη Ασπίς της Μακεδονίας που πήρε την ονομασία της από την απίδα του Φιλίππου του Ε΄. Αναφορά σε ομώνυμες πόλεις και τη μορφολογία των εθνωνυμίων.