Εθνικά 90.12-18, λ. Ἀμφίπολις
Ἀμφίπολις, πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥ τις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ. ἐκαλεῖτο δὲ καὶ Κράδεμνα καὶ Ἀνάδραιμος. ἔστι καὶ πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, κτίσμα Σελεύκου. καλεῖται δὲ ὑπὸ τῶν Σύρων Τούρμεδα. τὸ ἐθνικὸν Ἀμφιπολίτης.
Η μακεδονική πόλη Αμφίπολις και οι άλλες ονομασίες της. Ομώνυμες πόλεις.