Εθνικά 570.10-571.5, λ. Σιντία
Σιντία, πόλις Μακεδονίας πρὸς τῇ Θρᾴκῃ, ὡς Εὔδοξος ἐν τετάρτῳ γῆς περιόδου. οἱ ἐνοικοῦντες Σιντοί ὀξυτόνως. γίνεται δέ τι θαυμαστὸν παρ᾽ αὐτοῖς, ὥς φησιν Ἀριστοτέλης, ποταμόν τινα εἶναι Πόντον προσαγορευόμενον, ἐν ᾧ καταφέρεσθαί τινας λίθους, οἳ καιόμενοι τοὐναντίον πάσχουσι τοῖς ἐκ τῶν ξύλων ἄνθραξι· ῥιπιζόμενοι μὲν γὰρ ἀποσβέννυνται ταχέως, ὕδατι δὲ ῥαινόμενοι ἀνάπτονται· ὅταν δὲ δὴ καίωνται, πονηρὸν ὄζουσι καὶ παραπλήσιον ἀσφάλτῳ, καὶ τὴν ὀσμὴν οὕτω δριμεῖαν ἔχουσιν, ὡς μηδὲν τῶν ἑρπετῶν ὑπομένειν καιομένων αὐτῶν". λέγεται καὶ Σίντιοι καὶ Σίντιον τὸ οὐδέτερον.
Η μακεδονική πόλη Σίντια, πλησίον της Θράκης