Σκύλαξ από τα Καρύανδα

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

απ. 66 Müller

Χωρίο / Κείμενο: 

Ἀπὸ δὲ Πηνετοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνὶς, Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμὸς, Ἀλωρὸς πόλις καὶ ποταμὸς Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῇ καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν Λυδίαν· Ἄξιος ποταμὸς, Ἐχέδωρος ποταμὸς, Θέρμη πόλις, Αἴνεια Ἑλληνὶς, Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῇ Παλλήνῃ Ἑλληνίδες· Ποτίδαια ἐν τῷ μέσῳ τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη, Ἄφυτις, Θραμβηῒς, Σκιώνη, Κανάστραιον τῆς Παλλήνης ἱερὸν ἀκρωτήριον. Ἔξω δὲ τοῦ ἰσθμοῦ πόλεις αἵδε· Ὄλυνθος Ἑλληνὶς, Μηκύβερνα Ἑλληνὶς, Σερμυλία Ἑλληνὶς καὶ κόλπος Σερμυλικὸς, Τορώνη πόλις Ἑλληνὶς καὶ λιμὴν, Δῖον Ἑλληνὶς, Θυσσὸς Ἑλληνὶς, Κλεωναὶ Ἑλληνὶς, Ἄθως ὄρος, Ἀκρόθωοι Ἑλληνὶς, Χαραδροῦς Ἑλληνὶς, Ὀλόφυξος Ἑλληνὶς, Ἄκανθος Ἑλληνὶς, Ἄλαπτα Ἑλληνὶς, Ἀρέθουσα Ἑλληνὶς, Βολβὴ λίμνη, Ἀπολλωνία Ἑλληνίς. Εἰσὶ δὲ καὶ ἄλλαι Μακεδονίας ἐν μεσογείᾳ πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους δὲ περὶ τοὺς κόλπους δύο ἡμερῶν. Μετὰ δὲ Μακεδονίαν Στρυμὼν ποταμός· οὗτος ὁρίζει Μακεδονίαν καὶ Θρᾴκην.

Γραμματειακό είδος:

Χρονολόγηση: 
6ος αι. π.Χ.
Σχόλια: 

Η γεωγραφία της Μακεδονίας με λεπτομερή καταγραφή των ποταμών και πόλεών της από τον θαλασσοπόρο του 6ου αι. π.Χ. Σκύλακα από τα Καρύανδα ή ενδεχομένως από κάποιον μιμητή του στον 4ο αι. π.Χ. (Ψευδο-Σκύλαξ).

Θεματική περιοχή: