ΕΑΜ 193, πίν. 77
Νικάνωρ Νικάνορος ἥρω[ς] | χαῖρε·| Νικάνωρ ἐπὶ παιδὶ τάφον Νικάνορι [τόνδε] | θῆκε· λίθος δ’ ἐνέπει ταῦτα παρε[ρχομένοις]· 5 μοῦνος ἐγὼ πατρὸς καὶ μητέρος ἐν μ̣[εγάροισιν]| θρέφθην· ἀλλ’ Ἄιδης οὐκ ἐλεεῖν ἔμαθ[εν], | [ἀ]λλά με δωδεκέτηρον ὑπὸ χθονὸς ἤγαγε π[αῖδα], |ἐλπίδας ἐκκόψας ἡμετέρων τοκέω[ν]· | κεῖμαι δ’ ηἰθέων τε καὶ εὐσεβέων ἐνὶ χώ̣[ρωι], 10 πατρ̣ὶ μὲν οἰκτρὸς ἐμῶι, πᾶσι δὲ κεῖθι φίλο[ς] | τοῦτο δ’ ἐμῆς γνώμης ἀστοῖς ἔτι νηπίαχό[ς περ]| ἐξενέπω· τέκνων λείψανα πολλὰ λιπε̣[ῖν] | [δ]ώμασιν· εἰ γὰρ καί τι παρασφήλειέ τις αἴσ[ηι] | [οὔποτέ γ’ ἐ]ν̣ κραδίηι πένθος ὅμοιον ἔτ̣[λη].