Περὶ καθολικῆς προσῳδίας 3.1.94.27-95.4 (Lentz)
Τὰ εἰς νις δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται, μὴ ὑποκοριστικὰ ὄντα, ὄρνις, Θῶνις πόλις Αἰγύπτου ἀπὸ Θῶνος βασιλέως τοῦ ξενίσαντος τὸν Μενέλαον. κεῖται δὲ κατὰ τὸ στόμα τὸ Κανωβικόν. Σαῦνις πόλις Ἀραβίας, μῆνις, ἶνις, ἦνις, νῆνις ἡ νεᾶνις. τὸ μέντοι φωνίς ὑποκοριστικόν ἐστι. τούτῳ δὲ 3,1.95 ὁμοίως ὀξύνονται καὶ Ῥηνίς ἡ Ῥήνη νῆσος μικρὰ πλησίον Δήλου καὶ Κρηνίδες πόλις Μακεδονίας, ἃς Φίλιππος μετωνόμασε Φιλίππους, καὶ Κρανίδες συνοικία πρὸς τῷ Πόντῳ· Παρθένιος ἐν Ἀνθίππῃ. τὸ δὲ Θυνίς ἐθνικὸν ὀξύνεται ὡς τὸ Βιθυνίς.
Κρηνίδες
Η πόλη Κρηνίδες και η μετονομασία της σε Φιλίππους.