ΕΑΜ (Ριζάκης & Τουράτσογλου 1985)

Κατηγορία πηγής: 
Επιγραφές
Παραπομπή: 

ΕΑΜ 193, πίν. 77

Χωρίο / Κείμενο: 

Νικάνωρ Νικάνορος ἥρω[ς] |  χαῖρε·| Νικάνωρ ἐπὶ παιδὶ τάφον Νικάνορι [τόνδε] | θῆκε· λίθος δ’ ἐνέπει ταῦτα παρε[ρχομένοις]· 5  μοῦνος ἐγὼ πατρὸς καὶ μητέρος ἐν μ̣[εγάροισιν]| θρέφθην· ἀλλ’ Ἄιδης οὐκ ἐλεεῖν ἔμαθ[εν], | [ἀ]λλά με δωδεκέτηρον ὑπὸ χθονὸς ἤγαγε π[αῖδα], |ἐλπίδας ἐκκόψας ἡμετέρων τοκέω[ν]· | κεῖμαι δ’ ηἰθέων τε καὶ εὐσεβέων ἐνὶ χώ̣[ρωι], 10  πατρ̣ὶ μὲν οἰκτρὸς ἐμῶι, πᾶσι δὲ κεῖθι φίλο[ς] | τοῦτο δ’ ἐμῆς γνώμης ἀστοῖς ἔτι νηπίαχό[ς περ]| ἐξενέπω· τέκνων λείψανα πολλὰ λιπε̣[ῖν] | [δ]ώμασιν· εἰ γὰρ καί τι παρασφήλειέ τις αἴσ[ηι] | [οὔποτέ γ’ ἐ]ν̣ κραδίηι πένθος ὅμοιον ἔτ̣[λη].

Είδος επιγραφής:

Χρονολόγηση: 
1ος-2ος αι. μ.Χ.

Θέση εύρεσης:

Ειδικά θέματα: 
θάνατος