Περὶ καθολικῆς προσῳδίας 3.1.341.18, 341.33-342.10 (Lentz)
Τὰ εἰς η λήγοντα προηγουμένου τοῦ βαρύνεται, ἄση ὁ ῥύπος, […] τὸ λισσή ὀξύνεται "ἔστι δέ τις λισσὴ αἰπεῖά 3,1.342 τε εἰς ἅλα πέτρη" ( Od. γ 293 ). τινὲς μὲν ὄνομα κύριον τὴν νῦν Βλισσὴν καλουμένην. ὁ δὲ Κράτης σὺν τῷ ν γράφει Λισσήν. καλεῖται δὲ καὶ Λισσής. ἔστι δὲ τῆς Φαιστιάδος. καὶ τὰ τῶν δήμων ὀνόματα Βησσή καὶ Περγασή δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς. ἔτι καὶ τὰ πληθυντικῶς λεγόμενα Ἀσαί κώμη Κορίνθου. Θεόπομπος λβ Φιλιππικῶν "Ἀσαὶ καὶ Μαυσὸς κῶμαι μεγάλαι καὶ πολυάνθρωποι". ἔστι καὶ Θρᾴκης Ἀσαί. καὶ Τραγασαί χωρίον ἐν ἠπείρῳ ἀπὸ Τραγάσου, οὗ εἰς χάριν ὁ Ποσειδῶν ἁλὸς πῆξιν ἐποίησεν, ὅθεν Τραγασαῖοι ἅλες, ὡς Ἑλλάνικος ἐν πρώτῳ Λεσβιακῶν. ἀφ᾽ οὗ καὶ τὸ πεδίον Ἁλήσιον καλεῖται. καὶ Ἀκεσαί πόλις Μακεδονίας καὶ Παγασαί.
Ἀκεσαί
Η πόλη της Μακεδονίας Ἀκεσαί.