Περὶ κλίσεως ὀνομάτων 3.2.652.10-14 (Lentz)
Τὰ εἰς κας λήγοντα ἅπαντα ἰσοσυλλάβως κλίνεται, οἷον Πελέκας Πελέκα, Κώκας Κώκα, Κρίκας Κρίκα (ἔστι δὲ ὄνομα ποταμοῦ), Σάκας Σάκα, Πολύκκας Πολύκκα (ἔστι δὲ ποταμὸς Μακεδονίας), Ματάκας Ματάκα (ἔστι δὲ ὄνομα εὐνούχου), Ἰνδύκας Ἰνδύκα, Κοτύκας Κοτύκα (ἔστι δὲ ὄνομα βασιλέως Παφλαγονίας).
Ο ποταμός της Μακεδονίας Πολύκκας