40

40. Ο Ηρόδοτος αναφέρεται σε αρχαίες έμμετρες επιγραφές με τον χαρακτηρισμό «καδμήια γράμματα», τις οποίες είδε ο ίδιος χαραγμένες σε αναθήματα (τρίποδες) στον ναό του Ισμηνού Απόλλωνα στη Θήβα.

5.59.1–61.2: εἶδον δὲ καὶ αὐτὸς Καδμήια γράμματα ἐν τῷ ἱρῷ τοῦ Ἀπόλλωνος τοῦ Ἰσμηνίου ἐν Θήβῃσι τῇσι Βοιωτῶν ἐπὶ τρίποσι τρισὶ ἐγκεκολαμμένα, τὰ πολλὰ ὅμοια ἐόντα τοῖσι Ἰωνικοῖσι. ὁ μὲν δὴ εἷς τῶν τριπόδων ἐπίγραμμα ἔχει·

Ἀμφιτρύων μ’ ἀνέθηκεν ἐὼν ἀπὸ Τηλεβοάων.

ταῦτα ἡλικίην εἴη ἂν κατὰ Λάιον τὸν Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου.

ἕτερος δὲ τρίπους ἐν ἐξαμέτρῳ τόνῳ λέγει·

Σκαῖος πυγμαχέων με ἑκηβόλῳ Ἀπόλλωνι

νικήσας ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

Σκαῖος δ’ ἂν εἴη ὁ Ἱπποκόωντος, εἰ δὴ οὗτός γε ἐστὶ ὁ ἀναθεὶς καὶ μὴ ἄλλος τὠυτὸ οὔνομα ἔχων τῷ Ἱπποκόωντος, ἡλικίην κατὰ Οἰδίπουν τὸν Λαΐου. τρίτος δὲ τρίπους λέγει καὶ οὗτος ἐν ἑξαμέτρῳ·

Λαοδάμας τρίποδ’ αὐτὸς ἐϋσκόπῳ Ἀπόλλωνι

μουναρχέων ἀνέθηκε τεῒν περικαλλὲς ἄγαλμα.

ἐπί τούτου δὴ τοῦ Λαοδάμαντος τοῦ Ἐτεοκλέους μουναρχέοντος ἐξανιστέαται Καδμεῖοι ὑπ’ Ἀργείων καὶ τρέπονται ἐς τοὺς Ἐγχελέας, οἱ δὲ Γεφυραῖοι ὑπολειφθέντες ὕστερον ὑπὸ Βοιωτῶν ἀναχωρέουσι ἐς Ἀθήνας.