Διόδωρος Σικελιώτης

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Βιβλιοθήκη ιστορική 31.10.1-2

Χωρίο / Κείμενο: 

Εἰ γὰρ λάβοις πρὸ τῆς ἐννοίας μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλάς, ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίης ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα· πεντηκοστῷ γὰρ ἔτει πρότερον οἴεσθ᾽ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προὔλεγε τὸ μέλλον, πιστεῦσαί ποτ᾽ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδ᾽ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδ᾽ ὄνομα πρότερον ἦν γνώριμον; ἀλλ᾽ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀδιαλόγιστος τύχη καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, ὁμοίως ἐνδείκνυται Μακεδόνας εἰς τὴν Περσῶν ἡγεμονίαν ἐνοικίσασα, διότι καὶ τούτοις ἡ τύχη τἀγαθὰ κέχρηκεν ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.

Γραμματειακό είδος:

Χρονολόγηση: 
1ος αι. π.Χ.
Σχόλια: 

Η πρόβλεψη του Δημήτριου του Φαληρέα στο έργο του Περί τύχης και ενώ η δύναμη των Μακεδόνων βρισκόταν στη μέγιστή της ακμή ότι σύντομα και η τύχη των Μακεδόνων θα αλλάξει προς το χειρότερο, όπως ακριβώς συνέβη παλαιότερα με τους Πέρσες.

Θεματική περιοχή: