Δημοσθένης

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Φιλιππικός Α΄ (4) 10-11

Χωρίο / Κείμενο: 

πότ᾽ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πόθ᾽ ἃ χρὴ πράξετε; ἐπειδὰν τί γένηται; ἐπειδὰν νὴ Δί᾽ ἀνάγκη τις ᾖ. νῦν δὲ τί χρὴ τὰ γιγνόμεν᾽ ἡγεῖσθαι; ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι. ἢ βούλεσθ᾽, εἰπέ μοι, περιιόντες αὑτῶν πυνθάνεσθαι, "λέγεταί τι καινόν;" γένοιτο γὰρ ἄν τι καινότερον ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν; "τέθνηκε 11 Φίλιππος;" "οὐ μὰ Δί᾽, ἀλλ᾽ ἀσθενεῖ." τί δ᾽ ὑμῖν διαφέρει; καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν· οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται 12 ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν. 

Γραμματειακό είδος:

Χρονολόγηση: 
4ος αι. π.Χ.
Σχόλια: 

Χρήση του εθνικού Μακεδών (εδώ με το ανήρ) μετωνυμικά για τον Φίλιππο (υποτιμητικό ύφος)